Ancient Greek · ~6 min
Book 40, Chapter 40
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.40
Not analysed yet
κἀν τούτῳ ὁ Οὐερκιγγετόριξ τὸ μὲν πρῶτον τοὺς ἱππέας, πρὶν παντελῶς ἀποτειχισθῆναι, ἐξέπεμψε, τῆς τε τροφῆς τῶν ἵππων ἕνεκα (οὐ γὰρ ἦνʼ καὶ ὅπως ἐς τὰς πατρίδας ἕκαστοί σφων κομισθέντες τά τε ἐπιτήδεια καὶ ἐπικουρίαν αὐτῷ ἀγάγωσιν. ἐπεὶ δʼ οὗτοί τε ἐχρόνιζον καὶ τὰ σιτία σφᾶς ἐπιλείπειν ἤρξατο, τούς τε παῖδας καὶ τὰς γυναῖκας καὶ τῶν ἄλλων τοὺς ἀχρειοτάτους ἐξέβαλεν, ἐλπίσας μάτην ὅτι ἢ καὶ ἐκεῖνοι πρὸς τῶν Ῥωμαίων τῆς λείας ἕνεκα σωθήσονται, ἢ οἵ γε λοιποὶ ταῖς τροφαῖς αὐτῶν ἐπὶ πλεῖον χρησάμενοι περιγενήσονται. ὁ γὰρ Καῖσαρ ἄλλως μὲν οὐδʼ αὐτὸς τῶν ἐπιτηδείων, ὥστε καὶ ἑτέρους τρέφειν, εὐπόρει· τοῖς δʼ οὖν πολεμίοις ἰσχυροτέραν τὴν σιτοδείαν ἐπανελθόντων αὐτῶν, ἐλπίδι τοῦ πάντως σφᾶς καταδεχθήσεσθαι, ποιήσειν νομίσας πάντας αὐτοὺς ἀπεώσατο. καὶ οἱ μὲν οὕτως ἐν τῷ μέσῳ τῆς πόλεως καὶ τοῦ στρατοπέδου, μηδετέρων σφᾶς δεχομένων, οἰκτρότατα ἀπώλοντο· ἡ δὲ ἐπικουρία τῶν τε ἱππέων καὶ τῶν ἄλλων τῶν ὑπʼ αὐτῶν ἀχθέντων ἐπῆλθε μὲν οὐκ ἐς μακρὰν τοῖς βαρβάροις, ἱππομαχίᾳ δὲ δὴ τῶν Ῥωμαίων τῇ βοηθείᾳ. καὶ μετὰ τοῦτο πειράσαντες νυκτὸς διὰ τῶν περιτειχισμάτων ἐς τὴν πόλιν ἐσελθεῖν ἰσχυρῶς ἐπόνησαν· τάφρους τε γὰρ οἱ Ῥωμαῖοι κρυπτὰς ἐν τοῖς ἱππασίμοις ἐπεποιήκεσαν καὶ σκόλοπας ἐς αὐτὰς ἐνεπεπήχεσαν, πάντα ἐπιπολῆς τῷ ἄλλῳ τῷ πέριξ χωρίῳ ὁμοιώσαντες, ὥστε καὶ τοὺς ἄνδρας καὶ τοὺς ἵππους ὅτι μάλιστα ἀπερισκέπτως ἐς αὐτὰ ἐμπεσόντας σφαλῆναι. οὐ μέντοι καὶ ἐνέδοσαν πρὶν ἐκ παρατάξεως αὖθις πρὸς αὐτοῖς τοῖς τειχίσμασιν αὐτοί τε ἅμα καὶ οἱ ἐκ τῆς πόλεως ἐπεξελθόντες πταῖσαι.