Ancient Greek · ~3 min
Book 40, Chapter 42
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.42
Not analysed yet
τοῦτο μὲν οὖν ὕστερον ἐγένετο, τότε δὲ τοὺς μὲν ὁμολογίᾳ τῶν λοιπῶν προσέθετο, τοὺς δὲ καὶ μάχῃ κρατήσας ἐδουλώσατο. οἵ τε γὰρ Βελγικοὶ οἱ πλησιόχωροι, Κόμμιόν τινα Ἀτρέβαν προστησάμενοί σφων, ἐπὶ πλεῖστον ἀντέσχον, καὶ δύο τε ἱππομαχίαις ἀγχώμαλά πῃ ἠγωνίσαντο, καὶ τρίτῃ πεζομαχίᾳ ἰσοπαλεῖ τὸ πρῶτον συνενεχθέντες ἔπειτα ὑπὸ τοῦ ἱππικοῦ κατὰ νώτου σφίσιν ἀνελπίστως προσπεσόντος ἐτράπησαν. κἀκ τούτου τό τε στρατόπεδον τῆς νυκτὸς οἱ περιλιπεῖς ἐξέλιπον, καὶ διελθόντες ὕλην τινὰ ἐκείνην τε ἐνέπρησαν καὶ τὰς ἁμάξας μόνας ὑπελίποντο, ὅπως τῶν πολεμίων διά τε ταύτας καὶ διὰ τὸ πῦρ χρονισάντων φθάσωσιν ἐς τὸ ἀσφαλὲς ἀποχωρήσαντες. οὐ μέντοι καὶ ἐπιτυχεῖς τῆς ἐλπίδος ἐγένοντο· οἱ γὰρ Ῥωμαῖοι ὡς τάχιστα τῆς φυγῆς αὐτῶν ᾔσθοντο, ἐπεδίωξάν σφας, καὶ ἐντυχόντες τῷ πυρὶ τὰ μὲν κατέσβεσαν τὰ δὲ καὶ διέκοψαν, καὶ τινες καὶ διὰ μέσης τῆς φλογὸς δραμόντες κατέλαβον αὐτοὺς ἀπροσδόκητοι καὶ παμπληθεῖς