Ancient Greek · ~3 min
Book 40, Chapter 46
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.46
Not analysed yet
τὸν τοῦ Πομπηίου φόβον ὑπέμεινε. τέλος δὲ ὀψέ ποτε αὐτὸς ἐλθὼν τὴν μὲν δικτατορίαν διδομένην οἱ δῆθεν οὐκ ἐδέξατο, τοὺς δὲ ὑπάτους ἀποδειχθῆναι παρεσκεύασεν. οὐ μέντοι οὐδὲ ἐκεῖνοι διαδόχους σφίσι διὰ τὸν ἐκ τῶν σφαγῶν τάραχον κατέστησαν, καίπερ καὶ τὴν βουλευτικὴν ἐσθῆτα καταθέμενοι κἀν τῇ ἱππάδι τὴν γερουσίαν ὥσπερ ἐπὶ μεγάλῳ τινὶ πένθει συνάγοντες. δόγμα τε ἐποιήσαντο μηδένα μήτε στρατηγήσαντα μήθʼ ὑπατεύσαντα τὰς ἔξω ἡγεμονίας, πρὶν ἂν πέντε ἔτη διέλθῃ, λαμβάνειν, εἴ πως ὑπὸ τοῦ μὴ παραυτίκα ἐν δυνάμει τινὶ αὐτοὺς γίγνεσθαι παύσαιντο σπουδαρχοῦντες. οὔτε γὰρ ἐμετρίαζον οὔθʼ ὑγιὲς οὐδὲν ἐποίουν, ἀλλʼ ἐπʼ ἀλλήλους παρώρμηντο πολλὰ μὲν δαπανώμενοι πολλῷ δʼ ἔτι πλείω μαχόμενοι, ὥστε καὶ τὸν ὕπατόν ποτε τὸν Καλουῖνον τρωθῆναι. οὔκουν οὔθʼ ὕπατος οὔτε στρατηγὸς οὔτε πολίαρχός τίς σφας διεδέξατο, ἀλλὰ ἄναρκτοι κατὰ τοῦτο παντελῶς οἱ Ῥωμαῖοι τὰ πρῶτα τοῦ ἔτους ἐγένοντο.