Ancient Greek · ~2 min
Book 40, Chapter 47
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.47.2
Not analysed yet
αὐτῇ τῇ τοῦ Ἰανουαρίου νουμηνίᾳ ἤχθη. καὶ τοῦτό τε αὐτούς, ὡς οὐκ ἀπὸ ταὐτομάτου συμβὰν ἀλλʼ ἐν τέρατος λόγῳ γενόμενον, ἐθορύβει, καὶ ὅτι βύας ἐν τῇ πόλει καὶ ὤφθη καὶ συνελήφθη, ἄγαλμά τέ τι ἐπὶ τρεῖς ἡμέρας ἵδρωσε, καὶ λαμπὰς ἐκ τῶν νοτίων πρὸς ἀνατολὰς διέδραμε, καὶ πολλοὶ μὲν κεραυνοὶ πολλοὶ δὲ καὶ βῶλοι λίθοι τε καὶ ὄστρακα καὶ αἷμα διὰ τοῦ ἀέρος ἠνέχθη.