Ancient Greek · ~4 min
40.50.1 to 40.50.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.50.1-4
Not analysed yet
μάχαι τε οὖν ἐκ τούτου πολλαὶ καὶ σφαγαὶ αὖθις ἐγίγνοντο, ὥστε τὴν βουλὴν τά τε προειρημένα ἐπικυρῶσαι, καὶ τὸν Πομπήιον μεταπέμψασθαι, καταλόγους τε αὐτῷ καινοὺς ποιήσασθαι ἐπιτρέψαι, καὶ τὰ ἐσθήματα ἀλλάξασθαι. ἐλθόντος τε αὐτοῦ οὐ πολλῷ ὕστερον ἔξω τε τοῦ πωμηρίου πρὸς τῷ θεάτρῳ αὐτοῦ σὺν φρουρᾷ ἠθροίσθησαν καὶ τὰ τοῦ Κλωδίου ὀστᾶ ἀνελέσθαι ἔγνωσαν, τό τε βουλευτήριον τῷ Φαύστῳ τῷ τοῦ Σύλλου υἱεῖ ἀνοικοδομῆσαι προσέταξαν. ἦν μὲν γὰρ τὸ Ὁστίλιον, μετεσκεύαστο δὲ ὑπὸ τοῦ Σύλλου· διὸ τοῦτό τε περὶ αὐτοῦ ἔδοξε, καὶ ὅπως ἐξοικοδομηθὲν τὸ ἐκείνου ὄνομα ἀπολάβῃ. μετεώρου δὲ τῆς πόλεως οὔσης ἐπὶ τοῖς ἄρξουσί σφων, καὶ διαθροούντων τῶν μὲν ὡς δικτάτορα τὸν Πομπήιον, τῶν δὲ ὡς ὕπατον τὸν Καίσαρα αἱρεθῆναι δεῖ (οὕτω γάρ που ἐκ προαιρέσεως ἐπὶ τοῖς κατειργασμένοις αὐτὸν ἐτίμων ὥστε καὶ ἑξήκονθʼ ἡμέρας θῦσαι ἐπʼ αὐτοῖς ψηφίσασθαἰ, φοβηθέντες ἑκάτερον οἵ τε ἄλλοι βουλευταὶ καὶ Βίβουλος, ὅσπερ που τὴν γνώμην πρῶτος ἐρωτηθεὶς ποιήσεσθαι ἔμελλε, προκατέλαβον τὴν τοῦ πλήθους ὁρμήν, τῷ Πομπηίῳ τὴν ὑπατείαν, ὥστε μὴ δικτάτορα αὐτὸν λεχθῆναι, καὶ μόνῳ γε, ἵνα μὴ ὁ