Ancient Greek · ~3 min
Book 40, Chapter 51
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.51
Not analysed yet
οὐ μέντοι καὶ μόνος ἄρξαι ἠθέλησεν· τὴν γὰρ εὔκλειαν ἐν τῷ δεδόχθαι τοῦτʼ ἔχων, τὸν φθόνον τὸν ἐπʼ αὐτῇ ἐξέκλινε. καὶ φοβηθεὶς μήποτε κενῆς τῆς χώρας οὔσης ὁ Καῖσαρ ἔκ τε τῆς τῶν δυνάμεων καὶ ἐκ τῆς τοῦ πλήθους σπουδῆς συνάρχων αὐτῷ δοθῇ, ἐκείνῳ μέν, ἵνα μὴ καὶ παντελῶς παρημελῆσθαι νομίσῃ κἀκ τούτου τινὰ ὀργὴν δικαίαν ποιήσηται, παρεσκεύασε διὰ τῶν δημάρχων ἐπιτραπῆναι καὶ ἀπόντι τὴν ἀρχήν, ὅταν ἐκ τῶν νόμων καθήκῃ, αἰτῆσαι, αὐτὸς δὲ Κύιντον Σκιπίωνα πενθερόν τέ οἱ ὄντα καὶ δεκασμοῦ αἰτίαν ἔχοντα προσείλετο. οὗτος γὰρ γόνῳ μὲν υἱὸς τοῦ Νασικοῦ ὤν, ἐκ δὲ δὴ κλήρου διαδοχῆς ἐς τὸ τοῦ Μετέλλου τοῦ Εὐσεβοῦς γένος ποιηθεὶς καὶ διὰ τοῦτο καὶ τὴν ἐπίκλησιν αὐτοῦ φέρων, τήν τε θυγατέρα τῷ Πομπηίῳ ἐξέδωκε, καὶ παρʼ αὐτοῦ τήν τε ὑπατείαν καὶ τὸ μὴ κατηγορηθῆναι ἀντέλαβε.