Ancient Greek · ~5 min
Book 40, Chapter 55
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.55
Not analysed yet
ὅ τε οὖν Μίλων οὕτως ἑάλω, καὶ ὁ Ῥοῦφος ὅ τε Πλάγκος ἐπειδὴ πρῶτον ἐκ τῆς ἀρχῆς ἐξῆλθον, ἄλλοι τε σὺν αὐτοῖς συχνοὶ διὰ τὴν τοῦ βουλευτηρίου ἔμπρησιν, καίτοι τῷ Πλάγκῳ καὶ τοῦ Πομπηίου συσπουδάσαντος, ὥστε καὶ βιβλίον ἔπαινόν τε ἅμα αὐτοῦ καὶ ἱκετείαν ἔχον ἐς τὸ δικαστήριον ἔπεμψεν· ὁ γὰρ Κάτων ὁ Μᾶρκος (δικάζειν δὲ ἔμελλενʼ οὐκ ἔφη τὸν ἐπαινέτην ἐπὶ τῇ τῶν ἑαυτοῦ νόμων καταλύσει προσίεσθαι. καὶ ὁ μὲν οὐκέτι τὴν ψῆφον ἔδωκεν· ὁ γὰρ Πλάγκος ὡς καὶ τὴν καθαιρήσουσαν αὐτὸν οἴσοντα ἐξέκρινεν (ἐξῆν γάρ, ἐκ τῶν Πομπηίων νόμων, πέντε ἑκατέρῳ τῶν διαδικούντων ἐκ τῶν δικάσειν σφίσι μελλόντων ἀπολέγεινʼ· οἱ μέντοι ἄλλοι δικασταὶ κατεψηφίσαντο αὐτοῦ. οὔτε γὰρ ἄλλως ὀρθῶς ἔχειν ἔδοξέ σφισι, τοῦ Ῥούφου κατεγνωκόσιν, ἐκεῖνον ἐπὶ τοῖς αὐτοῖς κρινόμενον ἀφεῖναι· καὶ ἐπειδὴ τὸν Πομπήιον συναιρόμενόν οἱ εἶδον, ἀντεσπούδασαν αὐτῷ, μὴ καὶ δοῦλοί τινες ἄντικρυς αὐτοῦ μᾶλλον ἢ δικασταὶ νομισθῶσιν εἶναι. καίπερ καὶ τότε ὁ Κικέρων οὐδὲν βέλτιον τοῦ Πλάγκου κατηγόρησεν ἢ ὑπὲρ τοῦ Μίλωνος ἀπελογήσατο· ἥ τε γὰρ τοῦ δικαστηρίου ὄψις ἡ αὐτὴ ἦν, καὶ ὁ Πομπήιος ἐν ἑκατέρῳ τἀναντία οἱ καὶ ἐβουλεύετο καὶ ἔπραττεν, ὅθεν οὐχ ἥκιστα αὗθις αὐτῷ προσέκρουσε.