Ancient Greek · ~3 min
Book 40, Chapter 57
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.57
Not analysed yet
ὁ μὲν οὖν Πομπήιος τοιαῦτʼ ἐπολιτεύετο, ὁ δὲ δὴ Σκιπίων οὔτε ἐνομοθέτησέ τι, καὶ τὰ πρὸς τοῦ Κλωδίου περὶ τῶν τιμητῶν γραφέντα κατέλυσε. καὶ ἔδοξε μὲν τὴν ἐκείνων χάριν τοῦτο πεποιηκέναι, ἐπειδὴ τὴν ἐξουσίαν αὐτοῖς ἣν καὶ πρὶν εἶχον ἀπέδωκε, περιέστη δὲ ἐς τοὐναντίον. ὑπὸ γὰρ τοῦ πολλοὺς ἔν τε τῇ ἱππάδι καὶ ἐν τῷ βουλευτικῷ φλαύρους ἄνδρας εἶναι, τέως μὲν μηδένα μήτε κατηγορηθέντα μήθʼ ἁλόντα διαγράψαι σφίσιν ἐξῆν, οὐδεμίαν τῶν οὐκ ἀπαλειφομένων αἰτίαν εἶχον· ἀπολαβόντες δὲ τὴν ἀρχαίαν ἰσχύν, ὑφʼ ἧς αὐτοῖς καὶ καθʼ ἑαυτοὺς τὸν ἑκάστου βίον ἐξετάζουσι τοῦτο ποιεῖν ἐδέδοτο, οὔτε πολλοῖς προσκρούειν ὑπέμενον, οὔτʼ αὖ ἐν μέμψει τινὶ ὡς μὴ διαγράφοντες τοὺς οὐκ ἐπιτηδείους γίγνεσθαι ἤθελον, καὶ διὰ τοῦτο οὐδὲ ἐφίετο ἔτι τῆς ἀρχῆς τῶν ἐμφρόνων οὐδὲ εἷς.