Ancient Greek
40.60.3 to 40.60.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.60.3-4
Not analysed yet
καὶ αὐτὸν πολλὰ μὲν ἐπελπίσας, πάντων δὲ τῶν ὀφειλημάτων, συχνῶν διὰ τὸ πολλὰ δαπανᾶσθαι ὄντων, ἀπαλλάξας ἀνηρτήσατο. πρὸς γὰρ τὴν παροῦσαν ὧν ἔπραττε σπουδὴν οὔτε ἀργυρίου, ἅτε καὶ ἐξ αὐτῶν ἐκείνων ἀργυρολογῶν, ἐφείδετο, καὶ προσυπισχνεῖτό τισι παμπληθῆ ὧν οὐδὲ πολλοστὸν μέρος δώσειν ἔμελλε. καὶ οὐ μόνον γε τοὺς ἐλευθέρους ἀλλὰ καὶ τοὺς δούλους τούς τι καὶ ὁπωσοῦν παρὰ τοῖς δεσπόταις σφῶν δυναμένους ἐθεράπευσε· καὶ συχνοὶ αὐτῷ καὶ ἐκ τούτου καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν ὑπῆρξαν.