Ancient Greek · ~4 min
Book 40, Chapter 62
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.62
Not analysed yet
μετασταίη. συχνὸν οὖν ἐκ τούτου χρόνον ἄλλοτε ἄλλαις σκήψεσιν, ὥστε μηδὲν αὐτῶν τὸ παράπαν κυρωθῆναι, κατατρίψας ἀγανακτεῖν τε προσεποιεῖτο, καὶ ἠξίου μῆνα ἄλλον πρὸς τὰς ὑπʼ αὐτῶν δὴ νομοθεσίας ἐπεμβληθῆναι. τοῦτο δὲ ἐγίγνετο μὲν ὁσάκις γε καὶ καθῆκον ἦν, οὐ μέντοι καὶ κατʼ ἐκεῖνο συνέβαινεν, ὥσπερ που καὶ αὐτὸς ἅτε ποντίφιξ ὢν ἠπίστατο. ὅμως δʼ οὖν δεῖν τε αὐτὸ γενέσθαι ἔλεγε, καὶ τοὺς συνιερέας ὅσον ἀπὸ βοῆς ἐξεβιάζετο· καὶ τέλος μὴ δυνηθεὶς αὐτοὺς πεῖσαι συγκαταθέσθαι οἱ, ὥσπερ οὐδὲ ἐβούλετο, οὐδʼ ἄλλο τι διὰ τοῦτο ψηφισθῆναι ἐπέτρεψεν, ἀλλὰ καὶ ἐκ τοῦ φανεροῦ ἤδη τὰ τοῦ Καίσαρος διαδικαιῶν, ἐπειδὴ μηδὲν κατʼ αὐτοῦ δῆθεν ἠδυνήθη ποιῆσαι, πᾶν ὅ τι ποτὲ ἐνεδέχετο οὐ δεχθῆναι προΐσχετο, καὶ μάλισθʼ ὅτι πάντας τοὺς τὰ ὅπλα ἔχοντας ταῦτά τε καταθέσθαι καὶ τὰ στρατόπεδα διαλῦσαι χρή, ἢ μηδʼ ἐκεῖνον ψιλώσαντας αὐτῶν ταῖς δυνάμεσι ταῖς τῶν ἀντιστασιωτῶν ἐκδοῦναι. ἔλεγε δὲ τοῦτο οὐχ ὅτι καὶ τὸν Καίσαρα ποιῆσαι αὐτὸ ἤθελεν, ἀλλʼ ὅτι τὸν Πομπήιον εὖ ἠπίστατο μὴ πειθαρχήσοντα αὐτῷ· καὶ ἐκ τούτου καὶ ἐκείνῳ πρόφασις εὔλογος τοῦ μὴ διιέναι τοὺς στρατιώτας ἐδίδοτο.