Ancient Greek · ~4 min
Book 40, Chapter 64
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.64
Not analysed yet
συγγενὴς ἦν· καὶ ὃς οὐκ ἀπήλλαξε μὲν αὐτὸν διὰ τοῦτο, τὴν μέντοι γνώμην ἣν περὶ αὐτοῦ εἶχεν ἐδημοσίευσεν ἐν τῷ βουλευτηρίῳ, ὥστε ἐκεῖνον ἀγανακτήσαντα τὴν ἐσθῆτα αὐτοῦ περιρρῆξαι. παραλαβὼν οὖν τοῦτον ὁ Μάρκελλος, καὶ νομίσας ἐπί τε τῷ Κουρίωνι καὶ διʼ αὐτὸν καὶ ἐπὶ τῷ Καίσαρι δεινόν τι τὴν γερουσίαν ψηφιεῖσθαι, γνώμας περὶ αὐτοῦ προέθηκεν. ὁ οὖν Κουρίων τὸ μὲν πρῶτον ἠναντιοῦτο μηδεμίαν περὶ αὑτοῦ γνώμην δοθῆναι· γνοὺς δὲ τὸ πολὺ τῶν βουλευτῶν τῶν τότε παρόντων τοὺς μὲν καὶ φρονοῦντας ὄντως τὰ τοῦ Καίσαρος τοὺς δὲ πάνυ αὐτὸν δεδιότας, ἐπέτρεψέ σφισι διαγνῶναι, τοσοῦτον ὑπειπὼν ὅτι σύνοιδα μὲν ἐμαυτῷ τά τε ἄριστα καὶ τὰ συμφορώτατα τῇ πατρίδι πράττοντι, ὑμῖν μέντοι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν παραδίδωμι χρήσασθαι ὅ τι βούλεσθε. κατηγορήσας οὖν αὐτοῦ ὁ Μάρκελλος ὡς καὶ πάντως ἁλωσομένου, ἔπειτʼ ἐπειδὴ πρὸς τῶν πλειόνων ἀφείθη, δεινόν τε ἐποιήσατο καὶ ἐκπηδήσας ἐκ τοῦ συνεδρίου πρὸς τὸν Πομπήιον ἐν τῷ προαστείῳ ὄντα ἦλθε, καὶ τήν τε φυλακὴν αὐτῷ τῆς πόλεως καὶ δύο στρατόπεδα πολιτικά αὐτὸς καθʼ ἑαυτόν, μηδενὸς ἐψηφισμένου, ἔδωκεν. οἱ δὲ δὴ στρατιῶται οὗτοι ὧδέ τε καὶ ἐπὶ τῷδε