Ancient Greek · ~2 min
40.9.1 to 40.9.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.9.1-2
Not analysed yet
μαθὼν οὖν ὁ Καῖσαρ τὸ γιγνόμενον (οὐδέπω δὲ ἐς τὴν Ἰταλίαν ἀπεληλύθει, ἀλλʼ ἔτʼ ἐν ὁδῷ ἦνʼ ἀνέστρεψε, καὶ τοὺς ἐν τοῖς χειμαδίοις, διʼ ὧν διῄει, στρατιώτας παραλαμβάνων ἠπείγετο. κἀν τούτῳ φοβηθεὶς μὴ καὶ φθάσῃ ὁ Κικέρων ἀπογνώσει τῆς βοηθείας δεινόν τι παθὼν ἢ καὶ συνθέμενος, προέπεμψεν ἱππέα. τῷ μὲν γὰρ οἰκέτῃ τῷ τοῦ Νερουίου, καίτοι πεῖραν ἔργῳ τῆς εὐνοίας αὐτοῦ λαβών, οὐκ ἐπίστευσε, μὴ καὶ τοὺς πατριώτας ἐλεήσας μέγα τι κακόν σφας ἐξεργάσηται· ἐκ δὲ δὴ τῶν συμμάχων ἱππέα τήν τε διάλεκτον αὐτῶν εἰδότα καὶ τῇ στολῇ τῇ ἐκείνων σκευασθέντα