Ancient Greek · ~4 min
Book 41, Chapter 16
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.16
Not analysed yet
τὰ δʼ αὐτὰ ταῦτα καὶ πρὸς τὸν δῆμον, καὶ αὐτὸν ἔξω τοῦ πωμηρίου συνελθόντα, εἰπών, σῖτόν τε ἐκ τῶν νήσων μετεπέμψατο καὶ πέντε καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστῳ δώσειν ὑπέσχετο. καὶ ὁ μὲν τούτοις αὐτοὺς δελεάσειν ἤλπιζεν, οἱ δʼ ἄνθρωποι λογιζόμενοι ὅτι οὔτε φρονοῦσιν οὔτε πράττουσι τὰ αὐτὰ οἵ τε ἐφιέμενοί τινων καὶ οἱ τυχόντες, ἀλλʼ ἐν μὲν ταῖς ἀρχαῖς τῶν ἔργων πάντα τὰ ἥδιστα προβάλλουσι τοῖς ἀντιπρᾶξαί τι δυναμένοις, ἐπειδὰν δὲ κατορθώσωσιν ὅσα βούλονται, οὔτε τινὸς αὐτῶν μνημονεύουσι καὶ ἐπʼ αὐτοὺς ἐκείνους ταῖς δυνάμεσιν ἃς παρʼ αὐτῶν ἔλαβον χρῶνται, μεμνημένοι δὲ καὶ τὸν Μάριον τόν τε Σύλλαν, ὡς πολλὰ καὶ φιλάνθρωπα πολλάκις σφίσιν εἰπόντες οἷα ἀνθʼ οἵων ἔδρασαν, καὶ προσέτι καὶ τὴν τοῦ Καίσαρος χρείαν αἰσθόμενοι, τά τε ὅπλα αὐτοῦ πολλὰ καὶ πανταχοῦ τῆς πόλεως ὁρῶντες ὄντα, οὔτε πιστεύειν τοῖς λεγομένοις οὔτε θαρρεῖν ἐδύναντο, ἀλλʼ ἔναυλον τὸν ἐκ τοῦ πρὶν φόβον ἔχοντες κἁ̣?ʼ ἐκεῖνον ὑπετόπουν, καὶ μάλισθʼ ὅτι οἱ πρέσβεις ὁ̣?ʼ τὰς καταλλαγὰς δῆθεν πρυτανεύσοντες ᾑρέθησαν μέν, οὐκ ἐξῆλθον δέ, ἀλλʼ ὅτι καὶ ἐμνήσθη ποτε περὶ αὐτῶν ὁ Πίσων ὁ πενθερὸς αὐτοῦ αἰτίαν ἔσχε