Ancient Greek · ~2 min
Book 41, Chapter 17
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.17.3
Not analysed yet
καὶ πάντα τὰ χρήματα ἐξεφόρησαν. καὶ μέντοι καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον, ὥς μοι πολλαχόθι εἴρηται, ὀνόματι μὲν ἰσονομίας (καὶ γὰρ διὰ τοῦ Ἀντωνίου τὰ πλείω αὐτῶν ἐσεφέρετὀ ἔργῳ δὲ δυναστείας καὶ ἐψηφίζετο καὶ ἐπράττετο. τούς τε γὰρ ἀντιστασιάζοντάς σφισι πολεμίους ἑκάτεροι τῆς πατρίδος ὀνομάζοντες, καὶ ἑαυτοὺς ὑπὲρ τῶν κοινῶν πολεμεῖν λέγοντες, τά τε ἴδια μόνα ηὖξον, κἀκεῖνα ὁμοίως ἀμφότεροι ἔφθειρον.