Ancient Greek · ~3 min
Book 41, Chapter 23
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.23
Not analysed yet
ἀναγκασθῶσίν οἱ συστρατεῦσαι. καὶ αὐτοῖς ἀκριβῶς ἑκάτερον ὁ Καῖσαρ ἐφύλαξεν· οὔτε γὰρ ἀπέκτεινε τὸ παράπαν τῶν ἐν τούτῳ τῷ πολέμῳ ἁλόντων οὐδένα, καίτοι ἐκείνων ποτὲ ἐν ἀνοχῇ τινι ἀφυλάκτως τινὰς τῶν ἑαυτοῦ ἔχοντας φθειράντων, οὔτε τῷ Πομπηίῳ ἀντιπολεμῆσαι ἐξεβιάσατο, ἀλλὰ τοὺς μὲν λογιμωτάτους ἠφίει, τοῖς δʼ ἄλλοις ἐθελονταῖς· συμμάχοις διά τε τὰ κέρδη καὶ διὰ τὰς τιμὰς ἐχρῆτο. καὶ οὐκ ἐλάχιστά γε ἐκ τούτων οὔτε ἐς τὴν δόξαν οὔτε ἐς τὰ πράγματα ἀπώνητο· τάς τε γὰρ πόλεις τὰς ἐν τῇ Ἰβηρίᾳ πάσας καὶ τοὺς στρατιώτας τοὺς ἐκεῖ πάντας (ἦσαν δὲ ἄλλοι τε ἐν τῇ Βαιτικῇ καὶ μετὰ Μάρκου Τερεντίου Οὐάρρωνος ὑποστρατήγου συχνοίʼ προσεποιήσατο.