Ancient Greek · ~2 min
41.28.3 to 41.28.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.28.3-4
Not analysed yet
καὶ ἀδοξίαν ἅπασιν ἡμῖν προστρίβονται. καίτὁ̣?ʼ ἔγωγε πρότερον σαφῶς ἐπιστάμενος τοιούτους αὐτοὺς ὄντας (οὐδὲν γάρ μοι τῶν ὑμετέρων ἀμελές ἐστινʼ οὐ προσεποιούμην εἰδέναι, νομίζων ἀμείνους σφᾶς ἐκ τοῦ λαθεῖν ἂν δοκεῖν ἁμαρτόντας τινὰ γενήσεσθαι, τοῦ μὴ πλεονάσαντάς ποτε καὶ ἐφʼ οἷς συνεγνώσθησαν κολασθῆναι· ἐπεὶ μέντοι αὐτοί τε ὡς καὶ ἐξόν σφισι πάνθʼ ὅσα βούλονται πράττειν, ὅτι μὴ κατὰ πρώτας εὐθὺς ἐδικαιώθησαν, ὑπερθρασύνονται, καὶ τοὺς ἄλλους τοὺς μηδὲν πλημμελοῦντας προσστασιάζειν ἐπιχειροῦσιν, ἀναγκαῖόν ἐστί μοι θεραπείαν τέ τινα καὶ