Ancient Greek · ~4 min
Book 41, Chapter 36
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.36
Not analysed yet
ἀναστρατεύεσθαι ἔμελλον· ἐν ὁδῷ δὲ ἔτʼ ὄντος αὐτοῦ Μᾶρκος Αἰμίλιος Λέπιδος, οὗτος ὁ καὶ ἐν τῇ τριαρχίᾳ ὕστερον γενόμενος, τῷ τε δήμῳ συνεβούλευσε στρατηγῶν δικτατορα τὸν Καίσαρα προχειρίσασθαι καὶ εὐθὺς εἶπεν αὐτὸν παρὰ τὰ πάτρια. καὶ ὃς ὑπέστη μὲν τὴν ἀρχήν, ἐπειδὴ πρῶτον ἐς τὴν πόλιν ἐσῆλθεν, οὐ μέντοι καὶ φοβερὸν οὐδὲν ἐν αὐτῇ ἔπραξεν, ἀλλὰ τοῖς τε ἐκπεπτωκόσι κάθοδον πᾶσι πλὴν τοῦ Μίλωνος ἔδωκε, καὶ τὰς ἐς νέωτα ἀρχὰς ἀπέδειξεν (ἐς γὰρ τὸ παρὸν τότε οὐδένα ἀντὶ τῶν ἀπόντων ἀνθείλοντο· καίτοι μηδενὸς ἀγορανόμου ἐπιδημοῦντος οἱ δήμαρχοι πάντα τὰ ἐπιβάλλοντα αὐτοῖς διήγαγονʼ, ἱερέας τε ἀντὶ τῶν ἀπολωλότων ἀντικατέστησεν, οὐ πάντα τὰ κατʼ αὐτοὺς ἐν τῷ τοιούτῳ νενομισμένα τηρήσας, καὶ τοῖς Γαλάταις τοῖς ἐντὸς τῶν Ἄλπεων ὑπὲρ τὸν Ἠριδανὸν οἰκοῦσι τὴν πολιτείαν, ἅτε καὶ ἄρξας αὐτῶν, ἀπέδωκε. ποιήσας δὲ ταῦτα καὶ τὸ ὄνομα τῆς δικτατορίας ἀπεῖπε· τὴν γὰρ δὴ δύναμιν τό τε ἔργον αὐτῆς καὶ πάνυ ἀεὶ διὰ χειρὸς ἔσχε. τῇ τε γὰρ παρὰ τῶν ὅπλων ἰσχύι ἐχρῆτο, καὶ προσέτι καὶ ἐξουσίαν ἔννομον δή τινα παρὰ τῆς ἐκεῖ βουλῆς προσέλαβε· πάντα γὰρ μετὰ ἀδείας ὅσα ἂν βουληθῇ πράττειν οἱ ἐπετράπη.