Ancient Greek · ~3 min
Book 41, Chapter 39
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.39
Not analysed yet
Καῖσαρ μὲν δὴ ταῦτά τε πράξας καὶ τὰ ἀναθήματα, τά τε ἄλλα καὶ τὰ ἐκ τοῦ Καπιτωλίου πάντα, ἀνελόμενος ἐς τὸ Βρεντέσιον ἐπʼ ἐξόδῳ τοῦ ἔτους, καὶ πρὶν ἐς τὴν ὑπατείαν ἐς ἣν ἐκεχειροτόνητο ἐσελθεῖν, ἐξώρμησε. καὶ αὐτοῦ τὰ τῆς ἐκστρατείας ποιοῦντος ἴκτινος ἐν τῇ ἀγορᾷ κλωνίον δάφνης ἑνὶ τῶν συμπαρόντων οἱ ἐπέρριψε· καὶ μετὰ τοῦτο τῇ Τύχῃ θύοντος ὁ ταῦρος ἐκφυγὼν πρὶν τιτρώσκεσθαι, ἔξω τε τῆς πόλεως ἐξεχώρησε καὶ πρὸς λίμνην τινὰ ἐλθὼν διενήξατο αὐτήν. κἀκ τούτων ἐπὶ πλέον θαρσήσας ἠπείχθη, καὶ μάλισθʼ ὅτι οἱ μάντεις μένοντι μὲν αὐτῷ οἴκοι ὄλεθρον, περαιωθέντι δὲ τὴν θάλασσαν καὶ σωτηρίαν καὶ νίκην ἔσεσθαι ἔφασαν. ἀφορμηθέντος δὲ αὐτοῦ οἱ παῖδες οἱ ἐν τῇ πόλει ὄντες διχῇ τε ἐνεμήθησαν αὐτοκέλευστοι, καὶ οἱ μὲν Πομπηιείους σφᾶς οἱ δὲ Καισαρείους ὀνομάσαντες ἐμαχέσαντο τρόπον τινὰ ἄνευ ὅπλων ἀλλήλοις, καὶ ἐπεκράτησαν οἱ τῇ τοῦ Καίσαρος προσωνυμίᾳ χρώμενοι.