Ancient Greek · ~4 min
Book 41, Chapter 44
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.44
Not analysed yet
τοιούτων δὲ δὴ τούτων ὄντων καὶ δίχα τῆς ἀρχῆς μεμερισμένης, Πομπήιος μὲν δὴ ἔν τε τῇ Θεσσαλονίκῃ ἐχείμαζε καὶ φυλακὴν οὐκ ἀκριβῆ τῶν παραθαλασσίων ἐποιεῖτο (οὔτε γὰρ ἐς τὴν Ἰταλίαν ἤδη τὸν Καίσαρα ἐκ τῆς Ἰβηρίας ἀφῖχθαι ἐνόμιζε, εἴ τε καὶ παρείη, ἀλλʼ ἔν γε τῷ χειμῶνι οὐχ ὑπώπτευσεν αὐτὸν τολμήσειν τὸν Ἰόνιον διαβαλεῖνʼ, Καῖσαρ δὲ ἦν μὲν ἐν Βρεντεσίῳ τὸ ἔαρ ἀναμένων, πυθόμενος δὲ ἐκεῖνόν τε πόρρω ὄντα καὶ τὴν καταντιπέρας ἤπειρον ἀμελῶς τηρουμένην, τό τε καινὸν τοῦ πολέμου ἥρπασε καὶ τῷ ἀνειμένῳ αὐτοῦ ἐπέθετο. μεσοῦντος γοῦν τοῦ χειμῶνος μέρει τοῦ στρατοῦ ἀπῆρεν (οὐ γὰρ ἦσαν ἱκαναὶ νῆες ὥστε πάντας ἅμα αὐτοὺς περᾶσαἰ, καὶ λαθὼν τὸν Βίβουλον τὸν Μᾶρκον, ᾧ ἡ θάλασσα φρουρεῖσθαι προσετέτακτο, ἐπεραιώθη πρὸς τὰ ἄκρα τὰ Κεραύνια ὠνομασμένα· ἔστι δὲ ἔσχατα τῆς Ἠπείρου, πρὸς τῷ στόματι τοῦ Ἰονίου κόλπου. καὶ ἐλθὼν ἐνταῦθα πρὶν ἔκπυστος ὅτι καὶ πλευσεῖται γενέσθαι, τὰς ναῦς ἐς τὸ Βρεντέσιον ἐπὶ τοὺς λοιποὺς ἔστειλε· καὶ αὐτὰς ὁ Βίβουλος ἀνακομιζομένας ἐκάκωσε, καί τινας καὶ ἀνεδήσατο, ὥστε τὸν Καίσαρα ἔργῳ μαθεῖν ὅτι εὐτυχέστερον τὸν πλοῦν ἢ εὐβουλότερον ἐπεποίητο.