Ancient Greek · ~2 min
Book 41, Chapter 55
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.55.1
Not analysed yet
ἐγένετο δὲ ὁ ἀγὼν μέγας καὶ οἷος οὐχ ἕτερος. αὐτοί τε γὰρ ἄριστοι πρὸς πάντα τὰ πολέμια καὶ εὐδοκιμώτατοι διαφανῶς οὐχ ὅτι τῶν Ῥωμαίων ἀλλὰ καὶ τῶν ἄλλων τῶν τότε ἀνθρώπων ἠξιοῦντο εἶναι· οἷα γὰρ ἐκ παίδων τε ἐν αὐτοῖς ἠσκημένοι καὶ διὰ παντὸς αὐτοῖς ὡμιληκότες, ἔργα τε ἀξιόλογα ἀποδεδειγμένοι, καὶ πολλῇ μὲν ἀρετῇ πολλῇ δὲ καὶ τύχῃ κεχρημένοι, καὶ ἀξιοστρατηγητότατοι