Ancient Greek · ~2 min
41.55.3 to 41.55.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.55.3-4
Not analysed yet
καὶ δήμων καὶ βασιλέων ἠθροίκει. ἄνευ γὰρ δὴ τοῦ τε Φαρνάκου καὶ τοῦ Ὀρώδου (καὶ γὰρ τοῦτον, καίτοι πολέμιον ἀφʼ οὗ τοὺς Κράσσους ἀπέκτεινεν ὄντα, προσεταιρίσασθαι ἐπεχείρησἐ πάντες οἱ ἄλλοι, οἱ καὶ ἐφʼ ὁσονοῦν οἰκειωθέντες ποτὲ αὐτῷ, καὶ χρήματά οἱ ἔδωκαν, καὶ βοηθείας οἱ μὲν ἔπεμψαν οἱ δὲ ἤγαγον. ὁ δὲ δὴ Πάρθος ὑπέσχετο μὲν αὐτῷ, ἂν τὴν Συρίαν λάβῃ, συμμαχήσειν, μὴ τυχὼν δὲ αὐτῆς οὐκ ἐπήμυνε. προύχοντος δʼ οὖν πολὺ τοῦ Πομπηίου τῷ πλήθει, ἐξισοῦντό σφισιν οἱ τοῦ Καίσαρος τῇ ῥώμῃ· καὶ οὕτως ἀπʼ ἀντιπάλου πλεονεξίας καὶ ἰσόρροποι ἀλλήλοις καὶ ἰσοκίνδυνοι ἐγίγνοντο.