Ancient Greek · ~3 min
41.57.1 to 41.57.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.57.1-3
Not analysed yet
μεῖζον αἴρεται. καὶ διὰ τοῦτο καὶ τοῖς στρατιώταις πολλὰ μὲν παραπλήσια δʼ οὖν ἀλλήλοις παρῄνεσαν, εἰπόντες πάνθʼ ὅσα ἐν τῷ τοιούτῳ πρός τε τὸ αὐτίκα τοῦ κινδύνου καὶ πρὸς τὸ ἔπειτα πρέπει λέγεσθαι. ἔκ τε γὰρ τῆς αὐτῆς πολιτείας ὁρμώμενοι καὶ ὑπὲρ τῶν αὐτῶν λόγους ποιούμενοι, καὶ ἀλλήλους τε τυράννους καὶ αὑτοὺς ἐλευθερωτὰς αὐτῶν ὀνομάζοντες, οὐδέν σφισι διάφορον εἰπεῖν ἔσχον, ἀλλʼ ὅτι τοῖς μὲν ἀποθανεῖν τοῖς δὲ σωθῆναι, καὶ τοῖς μὲν αἰχμαλώτους τοῖς δὲ ἐν δεσπότου μοίρᾳ πάντα τε ἔχειν ἢ πάντων στερηθῆναι καὶ παθεῖν ἢ ποιῆσαι δεινότατα ὑπάρξει. τοιαύτας οὖν δή τινας παραινέσεις τοῖς πολίταις ποιησάμενοι, καὶ προσέτι καὶ τὰ τῶν ὑπηκόων τῶν τε συμμάχων πρός τε τὰς ἐλπίδας τῶν κρεισσόνων καὶ πρὸς τοὺς φόβους τῶν χειρόνων προαγαγόντες, συνέβαλον ἀλλήλοις τοὺς ὁμοφύλους, τοὺς συσκήνους, τοὺς συσσίτους,