Ancient Greek · ~5 min
41.60.1 to 41.60.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.60.1-5
Not analysed yet
μεγίστη τε οὖν ἡ μάχη καὶ πολυτροπωτάτη διά τε ταῦτα καὶ διὰ τὸ πλῆθος τό τε πολυειδὲς τῆς παρασκευῆς ἐγένετο. πάμπολλοι μὲν γὰρ ὁπλῖται πάμπολλοι δὲ καὶ ἱππῆς, τοξόται τε ἕτεροι καὶ σφενδονῆται ἄλλοι ὄντες, τό τε πεδίον πᾶν κατέλαβον, καὶ σκεδασθέντες πολλαχῇ μὲν ἀλλήλοις οἷα ὁμόσκευοι, πολλαχῇ δὲ καὶ ἑτέροις ἀναμὶξ ἐμάχοντο. προεῖχον δὲ οἱ Πομπηίειοι τῇ τε ἱππείᾳ καὶ τῇ τοξείᾳ, καὶ διὰ τοῦτο πόρρωθέν τε ἐγκυκλούμενοί τινας προσβολαῖς αἰφνιδίοις ἐχρῶντο, καὶ συνταράξαντες αὐτοὺς ἐξανεχώρουν, εἶτʼ αὖθις καὶ μάλʼ αὖθις ἐπετίθεντό σφισι, τοτὲ μὲν ἐνταῦθα τοτὲ δὲ ἐκεῖσε μεθιστάμενοι. οἱ οὖν Καισάρειοι ταῦτά τε ἐφυλάσσοντο, καὶ τὰς τάξεις σφῶν ἐξελίσσοντες ἀντιπρόσωποί τε ἀεὶ τοῖς προσβάλλουσιν ἐγίγνοντο καὶ ὁμόσε αὐτοῖς χωροῦντες τῶν τε ἀνδρῶν καὶ τῶν ἵππων ἀντελαμβάνοντο, προθύμως ἀγωνιζόμενοι· καὶ γὰρ πεζοὶ τοῖς ἱππεῦσιν αὐτῶν κοῦφοι ἐπʼ αὐτὸ τοῦτο συνετετάχατο. καὶ ταῦτα οὐ καθʼ ἕν, ὥσπερ εἶπον, ἀλλὰ πολλαχῇ ἅμα σποράδην ἐγίγνετο, ὥστε τῶν μὲν πόρρωθεν μαχομένων τῶν δὲ συσταδὸν ἀγωνιζομένων, καὶ τῶν μὲν παιόντων τινὰς τῶν δὲ πατασσομένων, φευγόντων ἑτέρων, διωκόντων ἄλλων, πολλὰς μὲν πεζομαχίας πολλὰς δὲ καὶ ἱππομαχίας ὁρᾶσθαι. κἀν τούτῳ καὶ παρὰ δόξαν συχνὰ συνέβαινε. καὶ γὰρ τρέψας τίς τινα ἐτρέπετο, καὶ ἄλλος ἐκκλίνας τινὰ ἀντεπετίθετο αὐτῷ· πλήξας τις ἕτερον αὐτὸς ἐτιτρώσκετο, καὶ πεπτωκὼς ἄλλος τὸν ἑστηκότα ἀπεκτίννυε. καὶ πολλοὶ μὲν καὶ ἄτρωτοι ἔθνησκον, πολλοὶ δὲ καὶ ἡμιθνῆτες