Ancient Greek · ~4 min
Book 42, Chapter 17
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.17
Not analysed yet
ταῦτα μὲν ἔξω ἐγίγνετο· οἱ δὲ ἐν τῇ Ῥώμῃ, τέως μὲν ἔν τε ἀμφιλόγῳ καὶ ἐν μετεώρῳ τά τε τοῦ Καίσαρος καὶ τὰ τοῦ Πομπηίου πράγματα ἦν, ἐκ μὲν τοῦ προφανοῦς πάντες τὰ τοῦ Καίσαρος ὑπό τε τῆς δυνάμεως αὐτοῦ τῆς συνούσης σφίσι καὶ ὑπὸ τοῦ Σερουιλίου τοῦ συνάρχοντος ἐσπούδαζον, καὶ εἴτε που κρατήσας ἠγγέλθη, ἔχαιρον, εἴτε καὶ πταίσας, ἐλυποῦντο, οἱ μὲν ἀληθῶς οἱ δὲ πλαστῶς ἑκάτερον· καὶ γὰρ κατάσκοποί σφων καὶ κατήκοοι, πάνθʼ ὅσα ἐπʼ αὐτοῖς καὶ ἐλέγετο καὶ ἐγίγνετο παρατηροῦντες, πολλοὶ περιενόστουν· ἰδίᾳ δὲ τὰ ἐναντιώτατα τῶν φανερῶν οἱ τῷ τε Καίσαρι ἀχθόμενοι καὶ τὰ τοῦ Πομπηίου προαιρούμενοι καὶ ἔλεγον καὶ ἐποίουν, κἀκ τούτου τα τε ἀγγελλόμενα κατὰ τὸ πρόσφορόν σφισιν ἀμφότεροι λαμβάνοντες τοῖς μὲν δεδιότως τοῖς δὲ θαρσούντως ἐχρῶντο, καὶ οἷα πολλῶν καὶ ποικίλων ἔν τε τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν τῇ αὐτῇ ὥρᾳ πολλάκις λογοποιουμένων χαλεπώτατα διετίθεντο· καὶ γὰρ ἥδοντο καὶ ἐλυποῦντο καὶ ἐθάρσουν