Ancient Greek · ~2 min
Book 42, Chapter 20
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.20.4
Not analysed yet
σφισιν, ὃ μηδενὶ ἐξῆν, εὕρετο. αἵ τε ἀρχαιρεσίαι πᾶσαι, πλὴν τῶν τοῦ πλήθους, ἐπʼ αὐτῷ ἐγένοντο, καὶ διὰ τοῦτο ἐς τὴν παρουσίαν αὐτοῦ ἀναβληθεῖσαι ἐπʼ ἐξόδῳ τοῦ ἔτους ἐτελέσθησαν. τάς τε ἡγεμονίας τὰς ἐν τῷ ὑπηκόῳ τοῖς μὲν ὑπάτοις αὐτοὶ δῆθεν ἐκλήρωσαν, τοῖς δὲ δὴ στρατηγοῖς τὸν Καίσαρα ἀκληρωτὶ δοῦναι ἐψηφίσαντο· ἔς τε γὰρ τοὺς ὑπάτους καὶ ἐς τοὺς στρατηγοὺς αὖθις παρὰ τὰ δεδογμένα