Ancient Greek · ~2 min
Book 42, Chapter 21
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.21
Not analysed yet
Ταῦτʼ οὖν οὕτω καὶ ἐψηφίσθη καὶ ἐκυρώθη· καὶ ὅ τε Καῖσαρ τὴν δικτατορίαν παραχρῆμα, καίπερ ἔξω τῆς Ἰταλίας ὤν, ὑπέστη, καὶ τὸν Ἀντώνιον μηδὲ ἐστρατηγηκότα ἵππαρχον προελόμενος, καὶ εἶπε καὶ τοῦτον ὁ ὕπατος, καίτοι τῶν οἰωνιστῶν σφοδρότατα ἀντειπόντων μηδενὶ ἐξεῖναι πλείω τοῦ ἑξαμήνου χρόνον ἱππαρχῆσαι. ἀλλʼ ἐκεῖνοι μὲν γέλωτα ἐπὶ τούτῳ πολὺν ὠφλίσκανον, αὐτὸν μὲν τὸν δικτάτορα ἐς ἐνιαυτὸν παρὰ πάντα τὰ πάτρια λεχθῆναι γνόντες, περὶ