Ancient Greek · ~3 min
Book 42, Chapter 25
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.25
Not analysed yet
κωλυθείη. ὡς δὲ ἐν τῇ Καμπανίᾳ ἐγένοντο, καὶ ὅ τε Μίλων πταίσας πρὸς τῇ Καπύῃ ἐς τὰ Τιφατῖνα ὄρη κατεπεφεύγει καὶ ὁ Καίλιος οὐκέτι περαιτέρω προυχώρει, δείσας ὁ δήμαρχος οἴκαδε ἐπαναγαγεῖν αὐτὸν ἠθέλησε. προπυθόμενος οὖν ταῦθʼ ὁ Σερουίλιος τῷ μὲν Μίλωνι πόλεμον ἐν τῇ βουλῇ ἐπήγγειλε, τὸν δὲ δὴ Καίλιον ὑπομεῖναι μὲν ἐν τῷ προαστείῳ, μὴ καὶ ταράξῃ τι, ἐκέλευσεν, οὐ μέντοι διὰ φυλακῆς ἀκριβοῦς ἅτε καὶ στρατηγοῦντα ἐποιήσατο. ἀπέδρα τε οὖν καὶ πρὸς τὸν Μίλωνα ἠπείγετο. κἂν ἔπραξέ τι ταραχῶδες, εἰ ζῶντα αὐτὸν εὑρήκει. νῦν δὲ ἐκ τῆς Καμπανίας ἐκπεσόντος αὐτοῦ καὶ ἐν Ἀπουλίᾳ φθαρέντος, ἔς τε τὴν Βρεττίαν ἦλθεν ὡς ἐνταῦθά γέ τι συστήσων, καὶ ἐκεῖ πρὶν ποιῆσαί τι λόγου ἄξιον ἀπώλετο· συστραφέντες γὰρ οἱ τὰ τοῦ Καίσαρος πράττοντες ἀπέκτειναν αὐτόν.