Ancient Greek · ~3 min
Book 42, Chapter 28
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.28
Not analysed yet
προσεδόκων. ἐλυποῦντό τε οὖν, καὶ πολλὰ πρὸς ἀλλήλους, οἷς γε καὶ ἀσφάλειά τις ἦν, διελάλουν. οὐ γάρ που καὶ πᾶσιν ἀδεῶς συγγίγνεσθαι ἐδύναντο· καὶ γὰρ οἱ πάνυ φίλοι δοκοῦντές τινων εἶναι, συγγενεῖς τε ἕτεροι, διέβαλλόν σφας, τὰ μὲν παρατρέποντες τὰ δὲ καὶ παντάπασι καταψευδόμενοι. ὅθεν οἱ λοιποὶ καὶ κατὰ τοῦτο οὐχ ἥκιστα ἐκακοπάθουν, ὅτι μήτε προσολοφύρασθαι μήτʼ ἐπικοινῶσαι ἔχοντες οὐδʼ ἀπαλλαγῆναί ποτε αὐτοῦ ἐδύναντο. ἡ μὲν γὰρ πρὸς τοὺς ὁμοπαθεῖς συνουσία ἔφερέ τινα αὐτοῖς κούφισιν, καί τις ἀσφαλῶς ἐκλαλήσας τέ τι καὶ ἀντακούσας οἷα ἔπασχον ῥᾴων ἐγίγνετο· ἡ δὲ δὴ πρὸς τοὺς οὐχ ὁμοήθεις ἀπιστία καθείργνυ τε ἐν ταῖς ψυχαῖς αὐτῶν τὴν ἀνίαν καὶ ἐπὶ πλεῖον αὐτὰς ἐξέκαε, μήτʼ ἀποφυγὴν μήτʼ ἀνάπαυσίν τινα λαμβανούσας. πρὸς γὰρ τῷ κατεχόμενα ἔνδον τὰ παθήματά σφας τηρεῖν, καὶ εὐλογεῖν αὐτὰ καὶ θαυμάζειν, ἑορτάζειν τε καὶ βουθυτεῖν εὐθυμεῖσθαί τε ἐπʼ αὐτοῖς ἠναγκάζοντο.