Ancient Greek · ~4 min
Book 42, Chapter 3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.3
Not analysed yet
Ἀλλʼ ἐς τὴν Αἴγυπτον διʼ ἅπερ εἶπον ὥρμησε, καὶ παρὰ τὴν ἤπειρον μέχρι Κιλικίας κομισθεὶς ἐκεῖθεν πρὸς τὸ Πηλούσιον ἐπεραιώθη, ὅπου ὁ Πτολεμαῖος Κλεοπάτρᾳ τῇ ἀδελφῇ πολεμῶν ἐστρατοπεδεύετο. τάς τε ναῦς ἀνοκωχεύσας ἔπεμψέ τινας, τῆς τε πατρῴας αὐτὸν εὐεργεσίας ἀναμιμνήσκων καὶ δεόμενος ἐπὶ ῥητοῖς τέ τισι καὶ βεβαίοις καταχθῆναι· ἐκβῆναι γὰρ πρὶν ἀσφάλειάν τινα λαβεῖν οὐκ ἐθάρσησε. καὶ αὐτῷ ὁ μὲν Πτολεμαῖος οὐδέν (παῖς γὰρ ἔτι κομιδῇ ἦνʼ ἀπεκρίνατο, τῶν δὲ δὴ Αἰγυπτίων τινὲς καὶ Λούκιος Σεπτίμιος ἀνὴρ Ῥωμαῖος, συνεστρατευκὼς μέν ποτε τῷ Πομπηίῳ, συγγεγονὼς δὲ τῷ Γαβινίῳ καὶ πρὸς ἐκείνου τῷ Πτολεμαίῳ μετὰ στρατιωτῶν ἐς φυλακὴν αὐτοῦ καταλελειμμένος, ἦλθον μὲν ὡς φίλοι, ἐπεβούλευσαν δὲ ἀνοσίως, καὶ ἐκ τούτου προστρόπαιον καὶ ἑαυτοῖς καὶ τῇ Αἰγύπτῳ πάσῃ προσέθεντο· αὐτοί τε γὰρ οὐκ ἐς μακρὰν ἀπώλοντο, καὶ οἱ Αἰγύπτιοι τὸ μὲν πρῶτον τῇ Κλεοπάτρᾳ δουλεύειν, ὅπερ ἥκιστα ἐβούλοντο, παρεδόθησαν, ἔπειτα δὲ καὶ ἐς τὸ τῶν Ῥωμαίων ὑπήκοον ἐσεγράφησαν.