Ancient Greek · ~1 min
Book 42, Chapter 32
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.32.3
Not analysed yet
θήσειν ὑπέσχετο. ὡς οὖν τοῦτό τε προεπήγγελτο καὶ ὁ ὄχλος τά τε περὶ τὴν ἀγορὰν ἀποφράξας καὶ πύργους ἔστιν ᾗ ξυλίνους ἐπικαταστήσας ἕτοιμος παντὶ τῷ ἐναντιωθησομένῳ σφίσιν ἐπιχειρῆσαι ἐγένετο, ἐνταῦθʼ ὁ Ἀντώνιος στρατιώτας ἅμα τῇ ἡμέρᾳ πολλοὺς ἐκ τοῦ Καπιτωλίου καταγαγὼν τάς τε σανίδας τῶν νόμων κατέκοψε, καί τινας καὶ μετὰ τοῦτο ταραχώδεις ἀπʼ αὐτοῦ τοῦ Καπιτωλίου κατεκρήμνισεν.