Ancient Greek · ~2 min
Book 42, Chapter 33
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.33.2
Not analysed yet
ἐξαπιναίως σφίσιν ὀφθῆναι. οὕτω δὲ καὶ ἄκοντες ἡσύχασαν. καὶ οἱ μὲν πᾶν ὅ τι ποτὲ ἐνεδέχετο πείσεσθαι προσεδόκων, λόγος τε ἐπʼ αὐτοῖς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν ἦν, τῶν μὲν τά, τῶν δὲ τὰ δικαιούντων· ὁ δὲ δὴ Καῖσαρ τῷ συνήθει οἱ τρόπῳ καὶ τότε ἐχρήσατο. τῇ τε γὰρ παρούσῃ αὐτῶν καταστάσει ἠρκέσθη, καὶ οὐδὲν τῶν προγενομένων ἐπολυπραγμόνησεν, ἀλλὰ πάντων τε ἐφείσατο καί τινας αὐτῶν καὶ ἐτίμησεν, ἄλλους