Ancient Greek · ~2 min
Book 42, Chapter 5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.5.7
Not analysed yet
τῶν δὲ δὴ συμπλεόντων αὐτῷ οἱ μὲν αὐτίκα ἑάλωσαν οἱ δὲ καὶ ἔφυγον, ἄλλοι τε καὶ ὁ παῖς ἥ τε γυνὴ αὐτοῦ. καὶ ἡ μὲν καὶ ἐς τὴν Ῥώμην μετὰ ταῦτα ἀδείας τυχοῦσα ἀνεσώθη, ὁ δὲ δὴ Σέξτος ἐς τὴν Ἀφρικὴν πρὸς τὸν ἀδελφὸν τὸν Γναῖον ἐκομίσθη· τούτοις γὰρ δὴ τοῖς ὀνόμασι διακεκρίδαται, ἐπειδὴ τὴν τοῦ Πομπηίου πρόσρησιν ἀμφότεροι εἶχον.