Ancient Greek · ~4 min
Book 42, Chapter 52
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.52
Not analysed yet
τὰ δὲ δὴ στρατόπεδα οὐχ ἡσυχῇ αὐτὸν ἐτάραξε· πολλὰ γὰρ λήψεσθαι ἐλπίσαντες, καὶ εὑρόμενοι τῆς μὲν ἀξίας οὐκ ἐλάττω τῆς δὲ προσδοκίας καταδεέστερα, ἐθορύβησαν. ἐν Καμπανίᾳ δὲ οἱ πλείους αὐτῶν, ὡς καὶ ἐς τὴν Ἀφρικὴν προπλευσόμενοι, ἦσαν. οὗτοι οὖν τόν τε Σαλούστιον παρʼ ὀλίγον ἀπέκτειναν (στρατηγὸς γὰρ ἐπὶ τῷ τὴν βουλείαν ἀναλαβεῖν ἀπεδέδεικτὀ, καὶ ἐπειδὴ καὶ ἐκεῖνος διαφυγὼν αὐτοὺς ἐς τὴν Ῥώμην πρὸς τὸν Καίσαρα ὥρμησε, τὰ γιγνόμενά οἱ δηλώσων, ἐφέσποντό τε αὐτῷ συχνοὶ μηδενὸς φειδόμενοι, καὶ ἄλλους τε τῶν ἐντυχόντων σφίσι καὶ βουλευτὰς δύο ἔσφαξαν. ὁ οὖν Καῖσαρ ὡς τάχιστα τῆς προσόδου αὐτῶν ᾔσθετο, ἠθέλησε μὲν τὸ δορυφορικὸν ἐπʼ αὐτοὺς ἀντιπέμψαι, φοβηθεὶς δὲ μὴ καὶ ἐκεῖνοι συστασιάσωσί σφισιν ἡσύχασε, μέχρις οὗ ἐς τὸ προάστειον ἀφίκοντο. ἐνταῦθα δὲ δὴ οὖσιν αὐτοῖς προσέπεμψε, καὶ ἐπύθετο τί βουλόμενοι καὶ τίνος χρῄζοντες ἥκοιεν. ἀποκριναμένων τέ σφων ὅτι αὐτῷ ἐκείνῳ ἐροῦσιν, ἐπέτρεψε μὲν αὐτοῖς ἐς τὴν πόλιν ἄνευ τῶν ὅπλων, πλὴν τῶν ξιφῶν, ἐσελθεῖν· ταῦτα γὰρ καὶ ἄλλως καὶ ἐν τῷ ἄστει φορεῖν εἰώθεσαν, καὶ