Ancient Greek · ~1 min
Book 42, Chapter 7
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.7.3
Not analysed yet
οἱ ὑπὸ τοῦ Πτολεμαίου εἶδεν. οὕτω δὴ ἐς μὲν τὴν ἤπειρον θαρσούντως προσέσχεν, ἀγανακτήσεως δὲ ἐπὶ τοῖς ῥαβδούχοις αὐτοῦ παρὰ τοῦ πλήθους γενομένης αὐτὸς μὲν ἀγαπητῶς ἐς τὰ βασίλεια προκατέφυγε, τῶν δὲ δὴ στρατιωτῶν τινες τὰ ὅπλα ἀφῃρέθησαν, καὶ διὰ τοῦθʼ οἱ λοιποὶ ἀνωρμίσαντο αὖθις, ἕως πᾶσαι αἱ νῆες ἐπικατήχθησαν.