Ancient Greek · ~7 min
Book 43, Chapter 17
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.17
Not analysed yet
ταῦτα δὲ οὐκ ἄλλως ἐφιλοσόφησα, ἀλλʼ ἵνα εἰδῆτε ὅτι οὐκ ἐς ἐπίδειξιν, οὐδʼ ἀπʼ αὐτομάτου νῦν προσπεσόντα αὐτά, ἀλλὰ ἀπʼ ἀρχῆς καὶ πρέπειν μοι καὶ συμφέρειν κρίνας καὶ φρονῶ καὶ λέγω, ὥσθʼ ὑμᾶς μὴ πρὸς τὸ παρὸν μόνον θαρσεῖν ἀλλὰ καὶ πρὸς τὸ μέλλον εὐέλπιδας εἶναι, ἐνθυμουμένους ὅτι, εἴπερ τι αὐτῶν ἐπλαττόμην, οὐκ ἂν ἀνεβαλόμην ἀλλʼ ἤδη καὶ τήμερον ἐξέφηνα. ἀλλʼ οὔτε πρότερον ἄλλως πως ἐφρόνησα, ὥσπερ που καὶ αὐτὰ τὰ ἔργα τεκμηριοῖ, νῦν τε πολὺ μᾶλλον προθυμήσομαι μετὰ πάσης ἐπιεικείας οὐ μὰ Δίʼ οὐ δεσπόζειν ὑμῶν ἀλλὰ προστατεῖν, οὐδὲ τυραννεύειν ἀλλʼ ἡγεμονεύειν, πρὸς μὲν τἆλλα πάνθʼ ὅσα ὑπὲρ ὑμῶν δεῖ πράττειν καὶ ὕπατος καὶ δικτάτωρ, πρὸς δὲ δὴ τὸ κακῶς ποιῆσαί τινα ἰδιώτης ὤν. τοῦτο γὰρ μόνον οὐδὲ ῥηθῆναι καλὸν εἶναι νομίζω. πῶς μὲν γὰρ ἂν ἀποκτείναιμί τινα ὑμῶν τῶν μηδέν με ἠδικηκότων ὁ μηδένα μὲν τῶν μὴ ἀντιταξαμένων μοι φθείρας, εἰ καὶ τὰ μάλιστα προθύμως τἆλλά τισι κατʼ ἐμοῦ συνήραντο, πάντας δὲ καὶ τοὺς ἅπαξ ἀντικαταστάντας μοι ἐλεήσας καὶ πολλοὺς καὶ τῶν δεύτερον ἀντιμαχεσαμένων σώσας; πῶς δʼ ἂν μνησικακήσαιμί τισιν ὁ καὶ τὰ γράμματα, ὅσα καὶ παρὰ τῷ Πομπηίῳ καὶ παρὰ τῷ Σκιπίωνι ἀπόρρητα εὑρέθη, μήτʼ ἀναγνοὺς μήτʼ ἐκγραψάμενος ἀλλʼ εὐθὺς κατακαύσας; ὥστε θαρσούντως, ὦ πατέρες, οἰκειωθῶμεν, ἐκλαθόμενοι μὲν πάντων τῶν συμβεβηκότων ὡς καὶ ἀνάγκῃ τινὶ δαιμονίᾳ γεγονότων, ἀρξάμενοι δὲ ἀνυπόπτως ἀλλήλους καθάπερ τινὰς καινοὺς πολίτας φιλεῖν, ἵνʼ ὑμεῖς τε ὡς πρὸς πατέρα με προσφέρησθε, τὴν μὲν πρόνοιαν τήν τε κηδεμονίαν τὴν παρʼ ἐμοῦ καρπούμενοι, τῶν δὲ δυσχερεστέρων μηδὲν φοβούμενοι, καὶ ἐγὼ ὡς παίδων ὑμῶν ἐπιμελῶμαι, πάντα μὲν τὰ κάλλιστα ἀεὶ γίγνεσθαι ὑφʼ ὑμῶν εὐχόμενος, φέρων δὲ ἀναγκαίως τὰ ἀνθρώπινα, καὶ τοὺς μὲν ἀγαθοὺς ταῖς προσηκούσαις τιμαῖς ἀγάλλων, τοὺς δὲ λοιποὺς ἐπανορθῶν καθʼ ὅσον ἐνδέχεται.