Ancient Greek · ~4 min
Book 43, Chapter 31
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.31
Not analysed yet
καὶ ὑπὲρ τὸν πατέρα ἰσχύειν. ἦσαν μὲν γὰρ ἐν τῇ Ἰβηρίᾳ καὶ τοῦ Καίσαρος στρατηγοὶ Κύϊντός τε Φάβιος Μάξιμος καὶ Κύϊντος Πέδιος, οὐ μέντοι καὶ ἀξιόμαχοί οἱ νομίζοντες εἶναι αὐτοί τε ἡσύχαζον καὶ ἐκεῖνον σπουδῇ μετεπέμποντο. τέως μὲν δὴ ταῦτʼ ἐγίγνετο· ἐπεὶ δὲ τῶν τε προπεμφθέντων τινὲς ἐκ τῆς Ῥώμης ἀφίκοντο κα προσεδοκήθη καὶ ὁ Καῖσαρ ἥξειν, φοβηθεὶς ὁ Πομπήιος, καὶ νομίσας οὐχ ἱκανὸς εἶναι πᾶσαν τὴν Ἰβηρίαν κατασχεῖν, οὐκ ἀνέμεινε πταίσας γε μεταγνῶναι, ἀλλʼ εὐθύς, πρὶν πειραθῆναι τῶν ἐναντίων, ἐς τὴν Βαιτικὴν ἀνεχώρησε. καὶ αὐτῷ ἡ μὲν θάλασσα παραυτίκα ἠλλοτριώθη, Οὐᾶρός τε ὑπὸ τοῦ Διδίου περὶ Καρτηίαν ἐναυκρατήθη, καὶ εἴγε μὴ προκαταφυγὼν ἐς τὴν γῆν ἀγκύρας ἐς τὸ στόμα τοῦ λιμένος ἄλλας πρὸς ἄλλαις ἐνεβεβλήκει καὶ περὶ αὐτὰς οἱ πρῶτοι τῶν διωκόντων σφᾶς ὥσπερ περὶ ἕρμα ἐπταίκεσαν, πᾶν ἂν τὸ ναυτικὸν ἀπωλωλέκει. ἡ δὲ δὴ ἤπειρος ἡ ἐκεῖ πᾶσα πλὴν Οὐλίας πόλεως συνεμάχει· ταύτην γὰρ μὴ ἐθελήσασάν οἱ προσχωρῆσαι ἐπολιόρκει.