Ancient Greek · ~5 min
Book 43, Chapter 37
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.37
Not analysed yet
διὰ τοῦτο μηδὲ παραινέσεώς τινος δεόμενοι. κἀν τούτῳ τὰ μὲν συμμαχικὰ ταχέως ἑκατέρωθεν ἐτράπη καὶ ἔφυγεν, αὐτοὶ δὲ ἐκεῖνοι συσταδὸν ἀνακόπτοντες ἀλλήλους ἐπὶ πλεῖστον ἠγωνίσαντο. οὐδὲ γὰρ ἐνέδωκεν αὐτῶν οὐδείς, ἀλλʼ ἐν χώρᾳ μένοντες ἔσφαζον ἔθνησκον, ὡς καὶ αὐτὸς ἕκαστος ἢ τῆς νίκης ἢ τῆς ἥττης καὶ τοῖς ἄλλοις ἅπασιν αἴτιος ἐσόμενος. καὶ διὰ τοῦτο οὐδὲ ἔμελεν αὐτοῖς ὁρᾶν ὅπως οἱ σύμμαχοί σφων ἐμάχοντο, ἀλλʼ ὡς καὶ μόνοι κινδυνεύοντες προεθυμοῦντο. καὶ οὔτε ἐπαιώνιζέ τις αὐτῶν οὔτε ἔστενεν, ἀλλὰ τοσοῦτο μόνον ἑκάτεροι βοῶντες, “παῖσον, ἀπόκτεινον,” πολὺ τῷ ἔργῳ τὰς γλώσσας σφῶν ἔφθανον. ὁρῶντες οὖν ταῦτα ἀπό τε ἵππων καὶ ἀπὸ μετεώρων τινῶν χωρίων ὅ τε Καῖσαρ καὶ ὁ Πομπήιος οὐκ εἶχον οὔθʼ ὅπως ἐλπίσωσιν οὔθʼ ὅπως ἀπογνῶσιν, ἀλλʼ ἀμφίβολοι ταῖς γνώμαις γιγνόμενοι διʼ ἴσου καὶ τῷ δέει καὶ τῷ θάρσει ἐκακοπάθουν. ἀντιπάλου γὰρ τῆς μάχης οὔσης ταῖς τε ὄψεσι δεινῶς ἔκαμνον, ἐπιθυμοῦντές τι ἰδεῖν πλεονέκτημα καὶ ὀκνοῦντές τι ἰδεῖν ἐλάττωμα, καὶ ταῖς ψυχαῖς, εὐχόμενοί τέ τι ἅμα καὶ ἀπευχόμενοι καὶ ῥωννύμενοι καὶ φοβούμενοι. οὔκουν οὐδʼ ἠδυνήθησαν ἐπὶ πολὺ καρτερῆσαι, ἀλλὰ καταπηδήσαντες ἀπὸ τῶν ἵππων συμμετέσχον αὐτῆς. οὕτω που τῷ τοῦ σώματος καὶ πόνῳ καὶ κινδύνῳ μᾶλλον ἢ τῇ τῆς ψυχῆς συντάσει συνεῖναι εἵλοντο, ῥοπήν τινα τοῖς ἑαυτοῦ στρατιώταις ἑκάτερος τῇ τῆς μάχης κοινωνίᾳ παρέξειν ἐλπίσαντες· ἢ εἴγε ἐκείνης ἁμάρτοιεν, συντελευτῆσαί γε αὐτοῖς ἠθέλησαν.