Ancient Greek · ~3 min
Book 43, Chapter 41
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.41
Not analysed yet
Ειλετο δʼ ἂν καὶ ὁ Καῖσαρ ἐκεῖ που πρός τε τῶν ἔτι ἀνθεστηκότων καὶ ἐν τῇ τοῦ πολέμου δόξῃ πεπτωκέναι μᾶλλον ἢ ὅπερ οὐκ ἐς μακρὰν ἔπαθεν, ἔν τε τῇ πατρίδι καὶ ἐν τῷ συνεδρίῳ πρὸς τῶν φιλτάτων σφαγῆναι. τοῦτον γὰρ τὸν πόλεμον τελευταῖον κατώρθωσε καὶ ταύτην τὴν νίκην ἐσχάτην ἀνείλετο, καίπερ οὐδὲν ὅ τι οὐχὶ καὶ τῶν ἄλλων τῶν μεγίστων καταπράξειν ἐλπίσας διά τε τἆλλα, καὶ οὐχ ἥκιστα ὅτι βλαστός τις ἐκ φοίνικος ἐν τῷ τῆς μάχης χωρίῳ ὄντος εὐθὺς ἐπὶ τῇ νίκῃ ἐξέφυ. καὶ οὐ λέγω μὲν ὅτι οὐκ ἔφερέ ποι τοῦτο, ἀλλʼ οὐκ ἐκείνῳ γε ἔτι, ἀλλὰ τῷ τῆς ἀδελφῆς αὐτοῦ ἐγγόνῳ τῷ Ὀκταουίῳ· συνεστρατεύετό τε γὰρ αὐτῷ, καὶ ἐκ τῶν πόνων τῶν τε κινδύνων αὐτοῦ ἐκλάμψειν ἔμελλεν. ἀγνοῶν δʼ οὖν τοῦτο, καὶ ἐφʼ ἑαυτῷ ἔτι πολλὰ καὶ μεγάλα ἐλπίζων, οὐδὲν μέτριον ἔπραττεν, ἀλλʼ ὡς καὶ