Ancient Greek · ~2 min
43.50.3 to 43.50.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.50.3-5
Not analysed yet
διαπρέψαι. τούτοις τε οὖν ἐσεμνύνετο, καὶ ὅτι καὶ τὴν Καρχηδόνα τήν τε Κόρινθον ἀνέστησεν. πολλὰς μὲν γὰρ καὶ ἄλλας ἐν τῇ Ἰταλίᾳ καὶ ἔξω πόλεις τὰς μὲν ἀνῳκοδόμησε, τὰς δὲ καὶ ἐκ καινῆς κατεστήσατο· ἀλλὰ τοῦτο μὲν καὶ ἄλλοις τισὶν ἐπέπρακτο, τὴν δὲ δὴ Κόρινθον τήν τε Καρχηδόνα, πόλεις ἀρχαίας λαμπρὰς ἐπισήμους ἀπολωλυίας, ᾗ μὲν ἀποικίας Ῥωμαίων ἐνόμισεν, ἀπῴκισεν, ᾗ δὲ τοῖς ἀρχαίοις ὀνόμασιν ἐτίμησεν, ἀπέδωκεν τῇ μνήμῃ τῶν ἐνοικησάντων ποτὲ αὐτάς, μηδὲν διὰ τὴν ἐκείνων ἔχθραν τοῖς χωρίοις τοῖς μηδέν σφας ἀδικήσασι μνησικακήσας. καὶ αἱ μέν, ὥσπερ ἅμα πρότερον καθῃρέθησαν, οὕτω καὶ τότε ἅμα ἀνεβιώσκοντο καὶ ἔμελλον καὶ