Ancient Greek · ~2 min
Book 43, Chapter 51
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.51.3
Not analysed yet
μέντοι καὶ πάντας προαπέδειξαν. ᾑρεῖτο δὲ τῷ μὲν λόγῳ τοὺς ἡμίσεις ὁ Καῖσαρ, ἐν νόμῳ τινὶ τοῦτο ποιησάμενος, ἔργῳ δὲ πάντας. καὶ ἐς μὲν τὸ πρῶτον ἔτος ταμίαι τεσσαράκοντα προεχειρίσθησαν ὥσπερ καὶ πρότερον, καὶ ἀγορανόμοι τότε πρῶτον δύο μὲν καὶ ἐξ εὐπατριδῶν, τέσσαρες δὲ ἐκ τοῦ πλήθους, ὧν οἱ δύο τὴν ἀπὸ τῆς Δήμητρος ἐπίκλησιν φέρουσιν, ὅπερ που καὶ ἐς τόδε ἐξ ἐκείνου