Ancient Greek · ~2 min
Book 44, Chapter arg
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.0
Not analysed yet
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ τετάρτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. περὶ τῶν τῷ Καίσαρι ψηφισθέντων. β. περὶ τῆς ἐπιβουλῆς τῆς ἐπʼ αὐτὸν συστάσης. γ. ὡς Καῖσαρ ἐσφάγη. δ. ὡς δόγμα ἐγένετο μὴ μνησικακεῖν αὐτοὺς ἀλλήλοις. ε. περὶ τῆς τοῦ Καίσαρος ταφῆς καὶ τοῦ λεχθέντος ἐπʼ αὐτῷ λόγου. χρόνου πλῆθος μέρος τι τῆς Ἰουλίου Καίσαρος δικτατορίας τὸ ε μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὑπατείας τὸ ε μετὰ Μάρκου Ἀντωνίου.