Ancient Greek · ~4 min
44.34.1 to 44.34.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.34.1-5
Not analysed yet
Κικέρων μὲν τοιαῦτα εἰπὼν ἔπεισε τὴν γερουσίαν μηδένα μηδενὶ μνησικακῆσαι ψηφίσασθαι· ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, καὶ οἱ σφαγεῖς ὑπέσχοντο τοῖς στρατιώταις μηδὲν τῶν ὑπὸ τοῦ Καίσαρος πραχθέντων καταλύσειν. ἐπειδὴ γὰρ δεινῶς αὐτοὺς ἀγανακτοῦντας ᾔσθοντο μὴ καὶ τῶν δοθέντων σφίσιν ὑπʼ αὐτοῦ στερηθῶσιν, ἔσπευσαν, πρὶν καὶ ὁτιοῦν τὴν βουλὴν διαγνῶναι, προκαταλαβεῖν αὐτούς, κἀκ τούτου τούς τε παρόντας αὐτοῦ κάτω προκαλοῦντες ἐς ἐπήκοον διελέγοντό σφισι τὰ προσήκοντα, καὶ ἐς τὴν ἀγορὰν γράμματα καταπέμποντες ἐπηγγέλλοντο μήτʼ ἀφαιρήσεσθαι μηδένα μηδὲν μήτʼ ἄλλως λυπήσειν, τό τε κῦρος σύμπασι τοῖς πραχθεῖσιν ὑπὸ τοῦ Καίσαρος ἐκβεβαιοῦν· καὶ ἐς τὴν ὁμόνοιαν αὐτοὺς προετρέποντο, ὅρκοις τοῖς μεγίστοις ἦ μὴν ἀψευδήσειν πάντα πιστούμενοι. ὡς οὖν καὶ τὰ τῇ βουλῇ δόξαντα διηγγέλθη, οὔτε οἱ στρατιῶται τῷ Λεπίδῳ ἔτι προσεῖχον οὔτε ἐκεῖνοι δέος τι αὐτοῦ ἔσχον, ἀλλʼ ἐς τὰς καταλλαγάς, τοῦ Ἀντωνίου τὰ μάλιστα ἐνάγοντός σφας, καὶ παρὰ τὴν γνώμην αὐτοῦ ὥρμησαν. ὁ μὲν γὰρ Λέπιδος πρόσχημα τὴν τοῦ Καίσαρος τιμωρίαν ποιούμενος νεωτέρων πραγμάτων ἐπεθύμει, καὶ ἅτε καὶ στρατεύματα ἔχων τήν τε δυναστείαν αὐτοῦ διαδέξεσθαι καὶ ἐν κράτει γενήσεσθαι προσεδόκα, καὶ διὰ ταῦτʼ