Ancient Greek · ~4 min
Book 44, Chapter 35
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.35
Not analysed yet
τότε μὲν δὴ ταῦθʼ οὕτως ἐπράχθη, καὶ δεινὸν οὐδὲν οὔτε ἐγίγνετο οὔτε ἠλπίζετο, ἀλλʼ οἵ τε πολλοὶ ἔχαιρον τῆς δυναστείας τοῦ Καίσαρος ἀπηλλαγμένοι (καί τινες καὶ ἄταφον τὸ σῶμα αὐτοῦ ῥῖψαι ἐνενόουνʼ, καὶ ἐκεῖνοι εὐθυμοῦντο μήτε προσπεριεργαζόμενοί τι καὶ ἐλευθερωταὶ τυραννοφόνοι τε ὀνομαζόμενοι. τῆς δὲ διαθήκης αὐτοῦ μετὰ ταῦτα ἀναγνωσθείσης, μαθὼν ὁ δῆμος ὅτι τόν τε Ὀκτάουιον υἱὸν πεποίηται, καὶ τὸν Ἀντώνιον τόν τε Δέκιμον καί τινας ἄλλους τῶν σφαγέων ἐπιτρόπους τε αὐτοῦ καὶ κληρονόμους τῆς οὐσίας, ἄν γε μὴ ἐς ἐκεῖνον ἔλθῃ, καταλέλοιπε, καὶ προσέτι καὶ δωρεὰς ἄλλοις τέ τινας καὶ τῇ πόλει τούς τε κήπους τοὺς παρὰ τὸν Τίβεριν καὶ δραχμάς, ὡς μὲν αὐτὸς ὁ Ὀκτάουιος γράφει, τριάκοντα, ὡς δὲ ἕτεροι, πέντε καὶ ἑβδομήκοντα ἑκάστῳ σφῶν δοθῆναι κεκέλευκεν, ἐταράχθησαν. καὶ αὐτοὺς ὁ Ἀντώνιος ἐπιπαρώξυνε, τόν τε νεκρὸν ἐς τὴν ἀγορὰν ἀνοητότατα κομίσας, καὶ προθέμενος ᾑματωμένον τε, ὥσπερ εἶχε, καὶ τραύματα ἐκφαίνοντα, καί τινα καὶ λόγον ἐπʼ αὐτῷ, ἄλλως μὲν περικαλλῆ καὶ λαμπρόν, οὐ μέντοι καὶ συμφέροντα τοῖς τότε παροῦσιν, εἰπών. ἔλεξε γὰρ τοιάδε·