Ancient Greek · ~1 min
44.38.7 to 44.38.8
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.38.7-8
Not analysed yet
διέλαθε. πάντα γὰρ ἀεὶ πρὶν ἐπαρτηθῆναι καὶ προδιεγίγνωσκε, καὶ πρὸς πάντα τὰ συμβῆναί τινι δυνάμενα προπαρεσκεύαστο· τό τε κρυπτόμενον ἰσχυρῶς ἀνευρεῖν καὶ τὸ φαινόμενον πιθανῶς ψευδαγνοεῖν, τό τε λανθάνον εἰδέναι προσποιήσασθαι καὶ τὸ γιγνωσκόμενον ἀποκρύψασθαι, τούς τε καιρούς σφισιν ἐφαρμόσαι καὶ τοὺς λογισμοὺς ὑπὲρ αὐτῶν ἀποδοῦναι, καὶ προσέτι καὶ ἐπιτελέσαι καὶ ἐπεξελθεῖν πάνθʼ ὡς ἕκαστα καλῶς ἠπίστατο.