Ancient Greek · ~5 min
44.47.1 to 44.47.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.47.1-4
Not analysed yet
καὶ μέντοι καὶ ὅτι ταῦτα πάντα ἀπʼ ἐμφύτου χρηστότητος, καὶ οὔτε προσποιητῶς οὔτε ἐπὶ κατασκευῇ πλεονεξίας τινός, ὥσπερ ἕτεροι συχνοὶ ἐφιλανθρωπεύσαντό τινα, ἔπραξε, μέγιστον μὲν καὶ ἐκεῖνο μαρτύριόν ἐστιν, ὅτι πανταχοῦ καὶ διὰ πάντων ὅμοιος ἐγένετο καὶ οὔτʼ ὀργή τις αὐτὸν ἠγρίανεν οὔτε εὐπραγία διέφθειρεν, οὐ τὸ κράτος ἠλλοίωσεν, οὐχ ἡ ἐξουσία μετέβαλεν. καίτοι χαλεπώτατον ἐν τοῖς τοσούτοις καὶ τοιούτοις καὶ προσέτι καὶ ἐπαλλήλοις πράγμασιν ἐξετασθέντα, καὶ τὰ μὲν κατωρθωκότα τὰ δὲ ἐν χερσὶν ἔτʼ ἔχοντα τὰ δʼ ὑποπτεύοντα, χρηστόν τε ἀεὶ διʼ ἴσου γενέσθαι, καὶ μηδὲν τραχὺ μηδὲ δεινόν, εἰ καὶ μὴ πρὸς τιμωρίαν τῶν παρεληλυθότων, ἀλλὰ πρός γε φυλακὴν τῶν μελλόντων ἐθελῆσαι ποιῆσαι. ἱκανὰ μὲν καὶ ταῦτα τὴν χρηστότητα αὐτοῦ τεκμηριῶσαί ἐστιν· οὕτω γὰρ ἐκ θεῶν ὄντως ἔφυ ὥστε ἓν μόνον ἠπίστατο, σώζειν τούς γε σώζεσθαι δυναμένους· προσέτι δὲ καὶ ἐκεῖνα, ὅτι τοῖς τε αὐτῷ πολεμήσασι τὸ μηδʼ ὑπʼ ἄλλου τινὸς κολασθῆναι παρεσκεύασε, καὶ τοὺς ἐν τῷ πρὶν ἐπταικότας ἀνεκτήσατο. πᾶσι μὲν γὰρ τοῖς μετὰ τοῦ Λεπίδου καὶ μετὰ τοῦ Σερτωρίου γενομένοις ἄδειαν δοθῆναι ἐποίησε, πᾶσι δὲ ἐκ τούτου τοῖς ἐκ τῶν ἐπικηρυχθέντων ὑπὸ τοῦ Σύλλου περιλειφθεῖσι τὴν σωτηρίαν ὑπάρξαι παρεσκεύασε, καὶ αὐτοὺς μετὰ τοῦτο κατήγαγε, τούς τε παῖδας ἁπάντων τῶν ὑπʼ ἐκείνου θανατωθέντων καὶ τιμῶν καὶ