Ancient Greek · ~4 min
Book 44, Chapter 48
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.48
Not analysed yet
καὶ γάρ τοι διά τε ταῦτα καὶ διὰ τἆλλα ὅσα ἐνομοθέτησε καὶ ἐπηνώρθωσε, μεγάλα μὲν αὐτὰ καθʼ ἑαυτὰ ὄντα, παρὰ μικρὸν δʼ ἂν πρὸς ἐκεῖνα νομισθέντα, ἂ οὐ χρὴ ἀκριβῶς ἐπεξιέναι, καὶ ἐφιλήσατε αὐτὸν ὡς πατέρα καὶ ἠγαπήσατε ὡς εὐεργέτην, τιμαῖς τε οἵαις οὐδένα ἄλλον ἠγήλατε, καὶ προστάτην διατελῆ τῆς τε πόλεως καὶ τῆς ἀρχῆς ἁπάσης ἔχειν ἐπεθυμήσατε, μηδὲν περὶ τῶν ὀνομάτων διενεχθέντες, ἀλλὰ καὶ πάντα αὐτῷ ὡς καὶ ἐλάττονα αὐτοῦ προσθέντες, ἵνʼ ὅσον καθʼ ἕκαστον αὐτῶν ἐκ τοῦ νομιζομένου πρὸς τὸ τελειότατον καὶ τῆς τιμῆς καὶ τῆς ἐξουσίας ἐνέδει, τοῦτο ἐκ τῆς παρὰ τῶν ἄλλων συντελείας ἀνταναπληρωθῇ. διὰ γὰρ τοῦτο ἀρχιερεὺς μὲν πρὸς τοὺς θεούς, ὕπατος δὲ πρὸς ἡμᾶς, αὐτοκράτωρ δὲ πρὸς τοὺς στρατιώτας, δικτάτωρ δὲ πρὸς τοὺς πολεμίους ἀπεδείχθη. καὶ τί ταῦτʼ ἐξαριθμοῦμαι, ὁπότε καὶ πατέρα αὐτὸν ἑνὶ λόγῳ τῆς πατρίδος ἐπεκαλέσατε; ἵνα μὴ τὰς ἄλλας αὐτοῦ προσηγορίας καταλέγω.