Ancient Greek · ~2 min
Book 45, Chapter 11
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.11.2
Not analysed yet
τε ἀκρισίᾳ πολλῇ ἦν καὶ συνεκέχυτο. εἰρήνουν ἔτι καὶ ἐπολέμουν ἤδη· τό τε τῆς ἐλευθερίας σχῆμα ἐφαντάζετο καὶ τὰ τῆς δυναστείας ἔργα ἐγίγνετο. καὶ ἐν μὲν τῷ ἐμφανεῖ ὁ Ἀντώνιος, ἅτε καὶ ὑπατεύων, ἐπλεονέκτει, ἡ δὲ δὴ σπουδὴ τῶν ἀνθρώπων ἐς τὸν Καίσαρα ἐποίει, τὸ μὲν διὰ τὸν πατέρα αὐτοῦ, τὸ δὲ καὶ διὰ τὰς ἐλπίδας ὧν ὑπισχνεῖτο, μέγιστον δὲ ὅτι τῷ τε Ἀντωνίῳ πολὺ δυναμένῳ ἤχθοντο καὶ τῷ Καίσαρι μηδέπω