Ancient Greek · ~5 min
Book 45, Chapter 12
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.12
Not analysed yet
οὕτως οὖν αὐτῶν καὶ περὶ τὸν Καίσαρα καὶ περὶ τὸν Ἀντώνιον ἐχόντων ἀρχὴν τήνδε ὁ πόλεμος ἔλαβεν. ὁ Καῖσαρ τοῦ Ἀντωνίου ἐς τὸ Βρεντέσιον πρὸς τοὺς στρατιώτας τοὺς ἐκ τῆς Μακεδονίας περαιωθέντας ἀφορμήσαντος ἐκεῖσε μὲν ἑτέρους τινὰς μετὰ χρημάτων, ὅπως σφᾶς σφετερίσωσι, προαπέστειλεν, αὐτὸς δὲ μέχρι Καμπανίας ἐλθὼν πλῆθος ἀνδρῶν ἐκ τῆς Καπύης μάλιστα, ἅτε καὶ παρὰ τοῦ πατρὸς αὐτοῦ, ᾧ τιμωρεῖν ἔλεγε, τήν τε χώραν καὶ τὴν πόλιν εἰληφότων, ἤθροισεν, ὑπισχνεῖτό τέ σφισι πολλά, καὶ ἔδωκεν εὐθὺς τότε κατὰ πεντακοσίας δραχμάς. ἐκ τούτων δὴ τῶν ἀνδρῶν καὶ τὸ τῶν ἠουοκάτων σύστημα, οὓς ἀνακλήτους ἄν τις ἑλληνίσας, ὅτι πεπαυμένοι τῆς στρατείας ἐπʼ αὐτὴν αὖθις ἀνεκλήθησαν, ὀνομάσειεν, ἐνομίσθη. καὶ αὐτοὺς παραλαβὼν ὁ Καῖσαρ ἠπείχθη τε ἐς τὴν Ῥώμην πρὶν τὸν Ἀντώνιον ἀνακομισθῆναι, καὶ ἐς τὸν ὅμιλον ὑπὸ τοῦ Καννουτίου παρασκευασθέντα αὐτῷ ἐσελθὼν πολλὰ μὲν τοῦ πατρὸς αὐτοὺς ἀνέμνησεν, ἐπεξιὼν ὅσα καλῶς ἐπεποιήκει, πολλὰ δὲ καὶ ὑπὲρ ἑαυτοῦ καὶ μέτρια διελέχθη, τοῦ τε Ἀντωνίου κατηγόρησε, καὶ τοὺς στρατιώτας τοὺς ἀκολουθήσαντάς οἱ ἐπῄνεσεν ὡς καὶ ἐθελοντὶ πρὸς ἐπικουρίαν τῆς πόλεως παρόντας καὶ ἑαυτόν τε ἐπʼ αὐτῇ προκεχειρισμένους καὶ διʼ ἑαυτοῦ πᾶσι ταῦτα δηλοῦντας. ἐπαίνων τε ἐπὶ τούτοις ἔκ τε τῆς ἄλλης παρασκευῆς καὶ ἐκ τοῦ συνόντος αὐτῷ πλήθους τυχὼν ἀπῆρεν ἐς τὴν Τυρσηνίαν,