Ancient Greek · ~2 min
Book 45, Chapter 20
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.20.2
Not analysed yet
προσέχειν μᾶλλον ἢ τοῖς ἔργοις τοῖς ἐκείνου. καὶ τίς ἂν ἀφεὶς τὸ τὰς πράξεις αὐτοῦ σκοπεῖν, καὶ τὴν στρατείαν ἣν ἐπὶ τοὺς συμμάχους ἡμῶν μήτε τῆς βουλῆς μήτε τοῦ δήμου προστάξαντος πεποίηται, καὶ τὰς χώρας ἃς κατατρέχει, καὶ τὰς πόλεις ἃς πολιορκεῖ, καὶ τὰς ἀπειλὰς ἃς πᾶσιν ἡμῖν ἀπειλεῖ, καὶ τὰς ἐλπίδας ἐφʼ αἷς ἅπαντα ταῦτα ποιεῖ, τοῖς τε ῥήμασι τοῖς τούτων καὶ ταῖς ψευδολογίαις αἷς ἀναβάλλουσιν ὑμᾶς, σκήψεις καὶ προφάσεις λέγοντες, ἐθελήσειε πεισθεὶς ἀπολέσθαι;