Ancient Greek · ~4 min
Book 45, Chapter 35
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.35
Not analysed yet
Ταῦτʼ οὖν ὁρῶντες μέλλομεν καὶ μαλακιζόμεθα, καὶ τηλικοῦτον ἐφʼ ἡμᾶς αὐτοὺς τύραννον ἀσκοῦμεν; καὶ πῶς οὐκ αἰσχρὸν τοὺς μὲν προγόνους ἡμῶν ἐν δουλείᾳ τραφέντας ἐπιθυμῆσαι ἐλευθερίας, ἡμᾶς δὲ ἐν αὐτονομίᾳ πολιτευθέντας ἐθελοδουλῆσαι, καὶ τῆς μὲν μοναρχίας τῆς τοῦ Καίσαρος ἡδέως, καίπερ πολλὰ ὑπʼ αὐτοῦ καὶ ἀγαθὰ προπαθόντας, ἀπαλλαγῆναι, τοῦτον δὲ δεσπότην αὐθαίρετον ἀνθελέσθαι, ὃς τοσοῦτον ἐκείνου χείρων ἐστὶν ὅσον ὁ μὲν ἐν τοῖς πολέμοις κρατήσας πολλῶν ἐφείσατο, οὗτος δέ, πρὶν καὶ δυνηθῆναί τι, τριακοσίους στρατιώτας, καὶ ἐν αὐτοῖς καὶ ἑκατοντάρχους τινάς, μηδὲν ἀδικήσαντας, οἴκοι παρʼ ἑαυτῷ, παρούσης τῆς γυναικὸς καὶ βλεπούσης, ἐφόνευσεν, ὥστε καὶ τοῦ αἵματος αὐτὴν ἀναπλῆσαι. καίτοι τὸν οὕτως ὠμῶς ἐκείνοις, ὅτε καὶ θεραπεύειν αὐτοὺς ὤφειλε, χρησάμενον τί οὐκ οἴεσθε τῶν δεινοτάτων πάντας ὑμᾶς, ἂν καὶ νικήσῃ, ποιήσειν; καὶ τὸν ἀσελγῶς οὕτω μέχρι νῦν βεβιωκότα πῶς οὐκ ἐπὶ πᾶν ὕβρεως, ἂν καὶ τὴν ἐκ τῶν ὅπλων ἐξουσίαν προσλάβῃ, χωρήσειν νομίζετε;